Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. δἰ ἐμοῦ βασιλεῖς βασιλεύουσιν,
  2. καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην·
  1. εἰ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται,
  2. καὶ τύραννοι δἰ ἐμοῦ κρατοῦσι γῆς
  1. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ,
  2. οἱ δὲ ἐμέ ζητοῦντες εὑρήσουσιν.
  1. πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει,
  2. καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.
  1. βέλτιον ἐμέ καρπίζεσθαι ὑπέρ χρυσίον καὶ λίθον τίμιον.
  2. τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.
  1. ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ,
  2. καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι,
  1. ἵνα μερίσω τοῖς ἐμέ ἀγαπῶσιν ὕπαρξιν,
  2. καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν.