Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ.
    1. ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστιν,
    2. ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν·
    1. παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει,
    2. ἐν δὲ εἰσόδοις ὑμνεῖται
    1. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ,
    2. καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων.
    1. νοήσατε, ἄκακοι, πανουργίαν,
    2. οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν.
    1. εἰσακούσατέ μου· σεμνὰ γὰρ ἐρῶ,
    2. καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά.
    1. ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου,
    2. ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ·