Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ᵇἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται,
  2. ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος·
  1. καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής,
  2. τὴν σοφίαν τιμήσασα προήχθη.
  1. ἕως τίνος, ὀκνηρέ, κατάκεισαι ;
  2. πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ
  1. ὀλίγον μέν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δέ νυστάζεις,
  2. ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη·
  1. εἶτ᾿ ἐνπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία,
  2. [*](U+05D0Α)[*](VI 1 εγγυη A | χειρας A 2 τα ιδια χειλη ανδρι A 3 εκ- λυομενος] ειλυομ. B* fort | φιλον σου] σον φιλον U+05D0 | ενεγυησω B* U+05D0A] ενη- γυησω Bᵃᵇ vid 6 ισθι B* U+05D0A¹] ιθι BᵃᵇA* 7 εκεινου U+05D0c.aA | γεωργιου γαρ U+05D0* (γαρ γεωργ. U+05D0c.a) 8 a ως εργατις] ωργατις A 8 b υγειαν U+05D0 (-γιαν B*A)] υγιειαν Bᵃᵇ | προσφερονται] φερονται A 9 υπνου] pr ο U+05D0* (om U+05D01) 11 εμπαραγιν. Bᵇ | om σοι U+05D0)
    427
  3. καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.
[*](B)
  1. ἐὰν δὲ ἄοκνος ᾖς, ἤξει ὥσπερ πηγὴ ὁ ἀμητός σου,
  2. ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.
  1. Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς·
  1. ὁ δ᾿ αὐτὸς ἐννεύει ὀφθαλμῷ. σημαίνει δὲ ποδί
  2. διδάσκει δέ ἐννεύμασιν δακτύλων·
  1. διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ·
  2. ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει.
  1. διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ.
  2. διακοπὴ καὶ συντριβὴ ἀνίατος·
  1. ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ θεός,
  2. συντρίβεται δὲ δι᾿ ἀκαθαρσίαν ψυχῆς·
  1. ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος,
  2. χεῖρες ἐκχέουσαι αἷμα δικαίου,
  1. καὶ καρδία τεκταινομένη λογισμοὺς κακούς,
  2. καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν.
  1. ἐκκαίει ψευδῆ μάρτυς ἄδικος,
  2. καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν.
  1. Υἱέ, φύλασσε νόμους πατρός σου,
  2. καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·
  1. ἄφαψαι δέ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντός,
  2. καὶ ἐνκλοίωσαι ἐπὶ σῷ τραχήλῳ.
  1. ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω·
  2. ὡς δʼ ἂν καθεύδῃς φυλασσέτω σε,
  3. ἴνα ἐγειρομένῳ συλλαλῇ σοι.
  1. ὅτι λύχνος ἐντολὴ νόμου.
  2. καὶ φῶς ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία,
[*](11 a ηξει] pr ω U+05D0* (om ω U+05D0¹ ras U+05D0?) + σοι A | σου] σοι U+05D0 | δρομευς] ανηρ U+05D0A A | απαυτομολησει] απαυτομολογησει U+05D0* (om ογ U+05D0¹ (vid)) αυτομολησει A 13 εννευμασι U+05D0 | δακτυλων sup ras Aᵃ? 14 διεστραμμενη] + δε U+05D0A τεκταινεται] κατασκευαζει Bᵃ? ᵐᵍ | εν παντι καιρω c seqq coniung A 15 δια] | + δε BᵃᵇU+05D0c.aA | απωλια U+05D0 | διακοπη] + δε 16 θεος] κς U+05D0A | συντρι- βεται B (συντρειβ.) U+05D0c.aA] συντριβη U+05D0* | δι] δια A 17 δικαιου] δικαιον U+05D0c.aA 18 επιδπευδοντες A*vid (επισπ. Aᵃ?) 19 κρισις BU+05D0A | αδελφοθ U+05D0* (-φων U+05D0¹) 20 φυλασσε υιε A 21 αηφασψαι U+05D0* (αφαψ. U+05D0¹) | αυτους BU+05D0c.aA] αυτας U+05D0* | εγκλοιωσαι BᵃᵇA (-σε) | επι 2⁰] περι U+05D0c.aA 22 αν 1⁰] εαν U+05D0 | συλλαλη] συνλαλη U+05D0 συλλαλησω A 23 και φως c praec coniung A | οδος] pr και U+05D0c.aA | om και 2⁰ BcU+05D0A | παιδια U+05D0A)
428
[*](B)
  1. τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου
  2. καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.
  1. μή σε νικήσῃ κάλλους ἐπιθυμία,
  2. μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς,
  3. μηδέ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων.