Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἄνδρες αἱμάτων μέτοχοι μισοῦσιν ὅσιον,
- οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ.
- ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων,
- σοφὸς δὲ ταμιεύεται κατὰ μέρος.
- βασιλέως ἐπακούοντος λόγον ἄδικον,
- πάντες οἱ ὑπʼ αὐτὸν παράνομοι.
- δανιστοῦ καὶ χρεοφιλέτου ἀλλήλοις συνελθόντων,
- ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ κύριος.
- βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχούς,
- ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται.
- πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν,
- παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ.
- πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι,
- οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται.
- παίδευε υἱόν σου καὶ ἀναπαύσει σε,
- καὶ δώσει κόσμον τῇ ψυχῇ σου.
477
- οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ, [*](B)
- ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός.