Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. aβδέλυγμα Κυρίῳ στηρίζων ὀφθαλμόν.
  2. καὶ οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ.
  1. δοκίμιον ἀργύρῳ καὶ χρυσῷ πύρωσις,
  2. ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν.
  1. aκαρδία ἀνόμου ἐκζητεῖ κακά,
  2. καρδία δὲ εὐθὴς ζητεῖ γνῶσιν.
  1. ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων,
  2. οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ.
  1. Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου,
  2. καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις·
  1. ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχύς,
  2. οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν.
  1. ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν,
  1. καὶ σύναγε χόρτον ὀρινόν, 26ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν·
  2. τίμα πεδίον, ἵνα ὦσίν σοι ἄρνες.
  1. υἱέ, παρʼ ἐμοῦ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου
  2. καὶ εἰς τὴν ζωὴν σῶν θεραπόντων.