Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται,
- ἐπʼ αὐτοὺς δὲ ἥξει εὐλογία.
- χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.
- ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου,
- καὶ παρασκευάζου εἰς τὸν ἀγρόν,
- καὶ πορεύου κατόπισθέν μου
- καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.
- μὴ ἵσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην,
- μηδὲ πλατύνου σοῖς χείλεσιν.
- μὴ εἴπῃς Ὃν τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ,
- τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν.
- ὥσπερ γεώργιον ἀνὴ
- καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·
- ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται
- καὶ χορτομανήσει ὅλος, καὶ γίνεται ἐκλελιμμένος,
- οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.
- ὕστερον ἐγὼ μετενόησα,
- ἀπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν.
- ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ,
- ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη·
- ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου,
- καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς.
- Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι.
- καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν.
- καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν Ἱκανόν·
- ᾅδης καὶ ἔρως γυναικὸς
- καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος
- καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν Ἀρκεῖ.
- ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός,
- ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων,
- καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.
466
[*](B)- τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ
- ἐπιγινώσκω·
- ἴχνη ἀετοῦ πετομένου,
- καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας,
- καὶ τρίβους νηὸς ποντοπορούσης,
- καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι.
- τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος,
- ἢ ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι
- ἄτοπον.
- διὰ τριῶν σείεται ἡ γῆ,¶
- τὸ δὲ τέταρτον οὐ δύναται φέρειν·
- ἐὰν οἰκέτης βασιλεύσῃ,
- καὶ ἄφρων πλησθῇ σιτίων,
- καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν,
- καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.
- τέσσαρα δὲ ἐλάχιστα ἐπὶ τῆς γῆς,
- ταῦτα δέ ἐστιν σοφώτερα τῶν σοφῶν·