Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
462
[*](B)- ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν,
- καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
- μετὰ σοφίας οἰκοδομεῖται οἶκος,
- καὶ μετὰ συνέσεως ἀνορθοῦται·
- μετὰ αἰσθήσεως ἐμπίμπλανται ταμεῖα
- ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
- κρείσσων σοφὸς ἰσχυροῦ,
- καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.
- μετὰ κυβερνήσεως γίνεται πόλεμος,
- βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
- σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν·
- σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου,
- ἀλλὰ λογίζονται ἐν συνεδρίοις.
- ἀπαιδεύτοις συναντᾷ θάνατος,
- ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις.
- ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται
- ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ.
- ῥῦσαι ἀγομένους εἰς θάνατον
- καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ.
- ἐὰν δὲ εἴπῃς Οὐκ οἶδα τοῦτον,
- γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει·
- καὶ ὁ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα,
- ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
- φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον,
- ἵνα γλυκανθῇ σου ὁ φάρυγξ.
- οὕτως αἰσθηθήσῃ σοφίαν τῇ σῇ ψυχῇ·
- ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου
- καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.