Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος
  2. καὶ φρέαρ στενὸν ἀλλότριον.
  1. οὗτος γὰρ συντόμως ἀπολεῖται,
  2. καὶ πᾶς παράνομος ἀναλωθήσεται.
  1. τίνι οὐαί; τίνι θόρυβος ; τίνι κρίσις;
  2. τίνι δὲ ἀηδία καὶ λέσχαι ;
  3. τίνι συντρίμματα διὰ κενῆς;
  4. τίνος πελιοὶ ὀφθαλμοί;
  1. οὐ τῶν ἐνχρονιζόντων ἐο οἴνοις;
  2. οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται;
  1. μὴ μεθύσκεσθε ἐν οἴνοις, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις,
  2. καὶ ὁμιλεῖτε ἐν περιπάτοις·
  3. ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς
  4. ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου·
  1. τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται,
  2. καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός.
  1. οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν,
  2. τὸ στόμα σου τότε λαλήσει σκολιά,
  1. καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης,
  2. καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι.
  1. ἐρεῖς δέ Τύπτουσίν με καὶ οὐκ ἐπόνεσα,
  2. καὶ ἐνέπαιξάν μοι, ἐγὼ δὲ οὐκ ᾔδειν·
  3. πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθʼ ὧν συνελεύσομαι;
  • υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας,
  • μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾿ αὐτῶν·
  • [*](26 εμας] pr ο U+05D0* (om ο U+05D0¹) 27 εστιν τετρημενος U+05D0 28 ουτως A U+05D0A 29 om δε U+05D0c.aA | αηδιαι U+05D0A | πελιοι U+05D0* (πελειοι B*vidA)] πελιδνοι Bᵇ?c? (sup ras) μελανες Bᵃᵐᵍ et superius φλυαριαι (φλοιαριαι corr) ομιλιαι ενφιλονικοι Ba | οφθαλμοι] pr οι BᵃU+05D0 30 εγχρονιζοντων Bᵃᵇ 31 εν οινοις] οινοις U+05D0 οινω A | τα ποτηρια] pr εις U+05D0A | γυμνοτερος] γυμνος U+05D0* (- νοτερος U+05D0c.a) | περου] υπεροης U+05D0* (-ρου U+05D0c.a) 32 αυτω] αυτου A 35 ορθρος] ρθος U+05D0)
    462
    [*](B)
    1. ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν,
    2. καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
    1. μετὰ σοφίας οἰκοδομεῖται οἶκος,
    2. καὶ μετὰ συνέσεως ἀνορθοῦται·
    1. μετὰ αἰσθήσεως ἐμπίμπλανται ταμεῖα
    2. ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
    1. κρείσσων σοφὸς ἰσχυροῦ,
    2. καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου.
    1. μετὰ κυβερνήσεως γίνεται πόλεμος,
    2. βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
    1. σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν·
    2. σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος Κυρίου,
    1. ἀλλὰ λογίζονται ἐν συνεδρίοις.
    2. ἀπαιδεύτοις συναντᾷ θάνατος,
    1. ἀποθνήσκει δὲ ἄφρων ἐν ἁμαρτίαις.
    2. ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται
    1. ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ.
    1. ῥῦσαι ἀγομένους εἰς θάνατον
    2. καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ.