Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα,
- ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται.
- ἄκουε, υἱέ, καὶ σοφὸς γενοῦ,
- καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας.
- μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν ἀγορασμοῖς·
- πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει,
- καὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης.
- ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε,
- καὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ.
461
- καλῶς ἐκτρέφει πατὴρ δίκαιος, [*](B)
- ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ.
- εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί,
- καὶ χαιρέτω ἡ τεκοῦσά σε.¶
- δός μοι, υἱέ, σὴν καρδίαν·
- οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμὰς ὁδοὺς τηρείτωσαν.
- πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος
- καὶ φρέαρ στενὸν ἀλλότριον.
- οὗτος γὰρ συντόμως ἀπολεῖται,
- καὶ πᾶς παράνομος ἀναλωθήσεται.
- τίνι οὐαί; τίνι θόρυβος ; τίνι κρίσις;
- τίνι δὲ ἀηδία καὶ λέσχαι ;
- τίνι συντρίμματα διὰ κενῆς;
- τίνος πελιοὶ ὀφθαλμοί;
- οὐ τῶν ἐνχρονιζόντων ἐο οἴνοις;
- οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται;
- μὴ μεθύσκεσθε ἐν οἴνοις, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις,
- καὶ ὁμιλεῖτε ἐν περιπάτοις·
- ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς
- ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου·
- τὸ δὲ ἔσχατον ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται,
- καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτῷ ὁ ἰός.
- οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν,
- τὸ στόμα σου τότε λαλήσει σκολιά,
- καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης,
- καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι.
- ἐρεῖς δέ Τύπτουσίν με καὶ οὐκ ἐπόνεσα,
- καὶ ἐνέπαιξάν μοι, ἐγὼ δὲ οὐκ ᾔδειν·
- πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθʼ ὧν συνελεύσομαι;
462
[*](B)- ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν,
- καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
- μετὰ σοφίας οἰκοδομεῖται οἶκος,
- καὶ μετὰ συνέσεως ἀνορθοῦται·