Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- γενεὰ σοφίας φόβος Κυρίου
- καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.
- τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς,
- ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν.
- πλούσιοι πτωχῶν ἄρξουσιν,
- καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν.
- ὁ σπείρων φαῦλα θερίσει κακά,
- πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει.
- ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ θεός,
- ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.
- ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται, [*](25 οκνηρον] οκνηρουσιν U+05D0* (-ρον U+05D0?) | αποκτεννουσιν U+05D0c.a αποκτενουσιν A U+05D0A 26 ημεραν] ν sup ras U+05D0? | ελεει Bᵃᵇ 30 ανδρεια Bᵇ X X II 1 χρυσιον κ. αργυριον U+05D0 2 συνητησαν A 3 παρελθοντες] inter ρ et ε ins ο U+05D0* (om U+05D01 postea ras U+05D0?) 7 δανειουσιν Bᵃ (vid)b 9 διαστραφησεται A)
- τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκεν τῷ πτωχῷ.
458
[*](B)- aνίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δούς,
- τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων.
- ἔκβαλε ἐκ συνεδρίου λοιμόν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος·
- ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ πάντας ἀτιμάζει.
- ἀγαπᾷ Κύριος ὁσίας καρδίας,
- δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι·
- χείλεσιν ποιμαίνει βασιλεύς.
- οἱ δὲ ὀφθαλμοὶ Κυρίου διατηροῦσιν αἴσθησιν,
- φαυλίζει δὲ λόγους παράνομος.
- προφασίζεται καὶ λέγει ὀκνηρός
- Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί.
- βόθρος βαθὺς στόμα παρανόμου,
- ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν.
- aεἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός,
- καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπʼ αὐτῶν·
- ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς.
- ἄνοια ἐξῆπται καρδίας νέου,
- ῥάβδος δὲ καὶ παιδία μακρὰν ἀπʼ αὐτοῦ.
- ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ·
- δίδωσιν δὲ πλουσίῳ ἐπʼ ἐλάσσονι.
- Λόγοις σοφῶν παράβαλλε σὸν οὖς καὶ ἄκουε ἐμὸν λόγον,
- § C §τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσιν.
- καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσίν σε
- ἅμα ἐπὶ σοῖς χείλεσιν·
- ἵνα σου γένηται ἐπὶ Κύριον ἡ ἐλπίς,
- καὶ γνωρίσῃ σοι τὴν ὁδόν σου.
- καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς
- εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς ψυχῆς σου.
- διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν, [*](U+05D0AC)[*](9 εδωκεν] δεδωκεν A 9 a δους] διδους A 12 διατηρησουσιν A 13 οκνηρος κ. λεγει U+05D0 14 a ανδρος] pr π U+05D0* (om π U+05D01) 15 καρδιας] καρδια BᵃᵇU+05D0* (pr εν U+05D0c.a) A | παιδεια Bᵃᵇ 16 εαυτου] + κακα U+05D0c.aA 17 παραβαλε U+05D0c.a A | γνως] γνοις U+05D0* (γνως U+05D0c.a) + αυτους U+05D0 | εισι C 18 om εαν U+05D0 | ευφρανουσιν] ευφραινουσιν C pr κ U+05D0c.a 19 γνωρισοι U+05D0* (γνωριση σοι U+05D0c.a) | σου 2⁰ αυτου U+05D0AC 20 om δε C | ψυχης] καρδιας AC 21 διδασκων C | αγαθην] αληθη A | υπακουειν] εῑ inst U+05D0c.c)
- τοῦ ἀποκρίνεσθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.
459