Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρός,
  2. ἀνὴρ δὲ φρόνιμος ἐξαντλήσει αὐτήν.
  1. μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων,
  2. ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.
  1. ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ,
  2. μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει.
  1. ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου,
  2. οὐκ ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶν πονηρόν.