Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις,
- εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου.
- κακόφρων ἀνὴρ ζημιωθήσεται·
- ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει.
- Ἄκουε, υἱέ, παιδείαν πατρός σου,
- ἵνα σοφὸς γένῃ ἐπʼ ἐσχάτων σου.
- πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός,
- ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει.