Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. αἰσχύνη πατρὶ υἱὸς ἄφρων·
  2. οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας.
  1. οἶκον καὶ ὕπαρξιν μερίζουσιν πατέρες παισίν,
  2. παρὰ δὲ θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί.
  1. δειλία κατέχει ἀνδρογύναιον,
  2. ψυχὴ δὲ ἀεργοῦ πεινάσει.
  1. ὃς φυλάσσει ἐντολὴν τηρεῖ τὴν ἑαυτοῦ ψυχήν,
  2. ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται.
  1. δανίζει θεῷ ὁ ἐλεῶν πτωχόν,
  2. κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδοθήσεται αὐτῷ.
  1. παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις,
  2. εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου.
  1. κακόφρων ἀνὴρ ζημιωθήσεται·
  2. ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει.
  1. Ἄκουε, υἱέ, παιδείαν πατρός σου,
  2. ἵνα σοφὸς γένῃ ἐπʼ ἐσχάτων σου.
  1. πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός,
  2. ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει.
  1. καρπὸς ἀνδρὶ ἐλεημοσύνη,
  2. κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψευδής.
  1. φόβος Κυρίου εἰς ζωὴν ἀνδρί.
  2. ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὗ οὐκ ἐπισκοπεῖται
  3. γνῶσις.
  1. ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως,
  2. οὐδὲ τῷ στόματι οὐ μὴ προσενέγκῃ αὐτάς.
  1. λοιμοῦ μαστιγουμένου ἄφρων πανουργότερος γίνεται·
  2. ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν.
[*](10 αφρων] + · και οδυνη τη τεκουση αυτου· A | ουχ] pr κ U+05D0c.a και ουκ C U+05D0AC 11 μεριουσιν AC | θεου] κυ AC | αρμοζεται] συνοικει Bᵃᵐᵍ 12 ανδρογυ- ναιον] ανδρογυνον U+05D0c.aAC 13 τηρει] inter η et ρ est ras in C 14 δανει- ζει BᵃᵇC | κατα] α 2⁰ sup ras Aᵃ? | ανταποδοθησεται ( -δωθησεται B* )] αντα- ποδωκει BᵃᵇU+05D0 AC 16 κακοφρων] κακοφρονων | ζημιωθησεται] pr πολλα AC 17 παιδιαν U+05D0A | εσχατω U+05D0* (-των U+05D0c.a) 18 19 καρδια... ψευδης] plurima perier in C 18 εις τον αιωνα μενει B*AC] μενει εις τον αιωνα BU+05D0? 19 δικαιος η πλουσιος] καιος η πλου sup ras Aᵃ | ψευδης BU+05D0*Cvid] ψευστης U+05D0c.aA 20 ου] οις U+05D0 c.a 21 ενκρυπτων U+05D0 εκκρυπτων C | εροσενεγκη] προσαγαγη BᵇU+05D0AC 22 γινεται] εσται A | ελεγχης] ελεγξης C)
454
[*](B)
  1. ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ
  2. [*](¶ C)
  3. καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται.¶
  1. υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς
  2. μελετήσει ῥήσεις κακάς.
  1. ὁ ἐγγυώμενος παῖδα ἄφρονα καθυβρίζει δικαίωμα,
  2. στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις.
  1. ἑτοιμάζονται ἀκολάστοις μάστιγες,
  2. καὶ τιμωρίαι ὁμοίως ἄφροσιν.
  • ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη,
  • πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.
    1. οὐ διαφέρει ἀπειλὴ βασλέως θυμοῦ λέοντος,
    2. ὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν.
    1. δόξα ἀνδρὶ ἀποστρέφεσθαι λοιδορίας,
    2. πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.