Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν,
  2. ὃς δὲ μισεῖ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους.
  1. συντρίβει ἀπειλὴ καρδίαν φρονίμου,
  2. ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται.
  1. ἀντιλογίας ἐγείρει πᾶς κακός,
  2. ὁ δὲ Κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ.
  1. ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι,
  2. οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά.
  1. ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν,
  2. οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ.
  1. ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης,
  2. προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη.
  1. ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον,
  2. [*](2 δεσπότην U+05D0* (-των U+05D01) 3 εκλεκται καρδιαι] καρδια εκλεγεται U+05D0* U+05D0A καρδιαι εκλεκται U+05D0c.a | Κυριω] θω A 4 γλωσσης] γλωσση BbU+05D0? | ψευ- | δεσιν] + του πιστου ολος ο κοσμος των χρηματων του δε απιστου ουδε οβολος A 5 καταγελων] καταγγελλων A | αθοωθησεται B*U+05D0A (αθωωθ. Bᵇ). | επισπλαγχνιζομενος] σπλαγχνιζομενος A 6 a om του πιστου...οβολος A 7 om πιστα... χειλη 2⁰ U+05D0 | ψευδη] πιστα U+05D0c.a U+05D0 παιδια B*U+05D0 (-δεια BᵃᵇA)] pr η BᵃᵇU+05D0A | ευοδωθησεται] αδικηθησεται U+05D0 10 καρδιαν sup ras U+05D0¹ 13 εκ του οικου] εις τους οικους A 14 αρχην U+05D0* (ν ras postea inst U+05D0?) | ενδιαστασις U+05D0* (ενδιας στ. U+05D0c.a) | στασεις A 15 αδικον 1⁰] δικαιον U+05D0)
    450
    [*](B)
  3. ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ.
  1. ἵνα τί ὑπῆρξεν χρήματα ἄφρονι;
  2. κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται.
  3. (19)ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον ζητεῖ συντριβήν,
  4. (20)ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά.
  1. εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι,
  2. ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν,
  3. τούτου γὰρ χάριν γεννῶνται.
  1. ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ,
  2. ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύην τῶν ἑαυτοῦ φίλων.
  1. φιλαμαρτήμων χαίρει μάχαις,
  1. ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς.
  2. ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά,
  1. καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν.
  2. οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ,
  3. υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ.
  1. καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ,
  2. ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ.
  1. λαμβάνοντος δῶρα ἐν κόλποις ἀδίκως οὐ κατευοδοῦνται ὁδοί,
  2. ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης.
  1. πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ,
  2. οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπʼ ἄκρα γῆς.
  1. ὀργὴ πατρί ἐστιν υἱὸς ἄφρων,
  2. καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ.
  1. ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν,
  2. οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις.
  1. ὃς φείδεται ῥῆμα προελέσθαι σκληρὸν ἐπιγνώμων,
  2. μακρόθυμος δὲ ἀνὴρ φρόνιμος.
  1. ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται,
  2. ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι.