Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια, [*](U+05D0AC)[*](25 εστηρισεν] εστησεν U+05D0* (εστηρ. U+05D0c.a ) 27 λημψις A | ελαιημοσυναι U+05D0* (-ναις U+05D0c.a nisi forte 1) | πιστισιν U+05D0* (-τεσιν U+05D0¹ c.a) 28 καρδια U+05D0* (-διαι U+05D01c.a(vid)) | πιστις U+05D0A 29 επακουει] υπακουει U+05D0 | ληψις C XVI 1 om δε AC | θεου] κυ C 3 παιδιαν U+05D0A 4 θεου] κυ A | παιδια | δοξης] +αυτου A | αυτη] αυτω A +προσπορευεται δε ταπινοις δοξα U+05D0c.a +προσπο- ρευεται ταπεινος (sic) δοξα A 5 ασεβης B* (-βεις Bᵃᵇ) 6 θεω] pr τω A | αθοωθησεται B*U+05D0AC (αθωωθ. Bᵇ))
- δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον ἢ θύειν θυσίας.
447
- ὁ ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης,
- οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην.
- πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης,
- φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν.
- μαντεῖον ἐπὶ χείλεσιν βασιλέως,
- ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ.
- ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ Κυρίῳ,
- τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια.
- βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά,
- μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς.
- δεκτὰ βασιλεῖ χείλη δίκαια,
- λόγους δὲ ὀρθοὺς ἀγαπᾷ.
- θυμὸς βασιλέως ἄγγελος θανάτου,
- ἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν.
- ἐν φωτὶ ζωῆς υἱὸς βασιλέως,
- οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον.
- νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου,
- νοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον
- τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν,
- μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης.
- ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται,
- ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται.
- ὃς φυλάσσει τὰς ἑαυτοῦ ὁδοὺς τηρεῖ τὴν ἑαυτοῦ ψυχήν,
- ἀγαπῶν δὲ ζωὴν αὐτοῦ φείσεται στόματος αὐτοῦ.
- πρὸ συντριβῆς ἡγεῖται ὕβρις,
- πρὸ δὲ πτώματος κακοφροσύνη.
- κρείσσων πρᾳύθυμος μετὰ ταπεινώσεως
- ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν.
- συνετὸς ἐν πράγμασιν εὑρειὴς ἀγαθῶν,
- πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός.
- τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν,
- οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται.
448
[*](B)- πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις,
- παιδεία δὲ ἀφρόνων κακή.
- καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος,
- ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην.
- κηρία μέλιτος λόγοι καλοί,
- γλύκασμα δὲ αὐτοῦ ἴασις ψυχῆς.
- εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί,
- τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου.
- ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ
- καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν·
- ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν.