Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν,
  2. οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται.
[*](7 δεκται BU+05D0 | θεω] pr τω U+05D0 | θυσιαν C 9 του κυριου] om του A U+05D0AC 10 κρισει] seq ras 2 litt in C 11 Κυριω] κυ A θω C 13 ορθους] αγαθους C | αγαπα periit in C 15 οψιμοι U+05D0* (-μον U+05D0c.a) 16 χρυσιω A 17 εκκι- νουσιν U+05D0 | παιδιαν AC | εν] επ U+05D0 | αυτου 1⁰] εαυτου C 19 πραυθυμος] προθυμος A | ταπεινωσεως] ταπινοφροσυνης C | υβριστων] υβρεως A 20 θεω] κω AC 21 πλειονα] πλιον A πλειον C | ακουσονται] ακουοντ (U+05D0) A)
448
[*](B)
  1. πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις,
  2. παιδεία δὲ ἀφρόνων κακή.
  1. καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος,
  2. ἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην.
  1. κηρία μέλιτος λόγοι καλοί,
  2. γλύκασμα δὲ αὐτοῦ ἴασις ψυχῆς.
  1. εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί,
  2. τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου.
  1. ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ
  2. καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν·
  3. ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν.
  1. ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά,
  2. ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ.
  1. ἀνὴρ σκολιὸς διαπέμπεται κακά,
  2. καὶ λαμπτῆρα δόλου πυρσεύσει κακοῖς, καὶ διαχωρίζει
  3. φίλους.
  1. ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων,
  2. καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς.
  1. στηρίζων δὲ ὀφθαλμοὺς αὐτοῦ διαλογίζεται διεστραμμένα,
  2. ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά,
  3. οὗτος κάμινός ἐστιν κακίας.
  1. στέφανος καυχήσεως γῆρας,
  2. ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται.
  1. κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ,
  2. ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν.
  1. εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις,
  2. παρὰ δὲ Κυρίου πάντα τὰ δίκαια.
  • κρείσσων ψωμὸς μεθʼ ἡδονῆς ἐν εἰρήνῃ
  • [*](¶ C)
  • ἢ οἶκος πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης. ¶
  • [*](U+05D0AC)[*](22 παιδεια (-δια A)] και παιδια U+05D0* (om και U+05D0c.a) 23 του ιδιου] om του U+05D0* (hab U+05D0c.a) | χειλεσι C 24 αυτου] αυτων AC 25 μεντοι] δε C | αυτων] αυτου C 26 εαυτου 1⁰] αυτου U+05D0C | σκολιοις C | φορει] φερει C | απωλειαν 2⁰ BᵇAC] απωλιαν B*U+05D0 27 θησαυριζει] θησαυριζεται U+05D0* (-ζει U+05D0c.a) ορυσσει A 28 δολου] χολου U+05D0 | πυρσευει U+05D0A | διαχωριζει] διαχωρι 30 om δε 1⁰ AC | διαλογιζεται] λογιζεται U+05D0AC | οριζει] οργιζει A | εστι C | κακιας] κακων A 31 32 εν δε οδοις... ισχυρου rescr 32 ισχυρου] +και ανηρ φρονησιν εχων γεωργιου μεγαλου U+05D0c.aACa | κρεισσων 2⁰] κρισσου (sic) A | καταλαμβανομενου] pr του A 33 αδικοις] δικαιοις (αδ. U+05D0c.a) | παντα 2⁰] πασιν U+05D0 c.a X VII 1 ηδονης] ειδονης A | οικος] pr ο C | πολλων] pr πληρης U+05D0AC)
    449
    1. οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων,
    2. [*](B)
    3. ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη.
    1. ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός,
    2. οὕτως ἐκλεκταὶ καρδίαι παρὰ Κυρίῳ.
    1. κακὸς ὑπακούει γλώσσης παρανόμων,
    2. δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν.
    1. ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν,
    2. ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται·
    3. ὁ δὲ ἐπισπλαχνιζόμενος ἐλεηθήσεται.
    1. στέφανος γερόντων τέκνα τέκνων,
    2. καύχημα δὲ τέκνων πατέρες αὐτῶν.
    1. aτοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων,
    2. τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός.