Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ,
  2. πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;
  1. οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν,
  2. μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει.
  1. καρδίας εὐφραινομένης πρόσωπον θάλλει,
  2. ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.
  1. καρδία ὀρθὴ ζητεῖ αἴσθησιν,
  2. στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.
  1. πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά,
  2. οἱ δὲ ἀγαθοὶ ἡσυχάσουσιν διὰ παντός.
  1. κρείσσων μικρὰ μερὶς μετὰ φόβου Κυρίου
  2. ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας.
  1. κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν
  2. ἢ παράθεσις μόσχων μετὰ ἔχθρας.
  1. ἀνὴρ θυμώδης παρασκευάζει μάχας,
  2. μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπρᾳύνει·
  1. μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις,
  2. ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον.
  1. ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις,
  2. αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι.