Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής,
- ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.
- ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία,
- ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται.
- δικαιοσύνη ὑψοῖ ἔθνος,
- ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι.
- δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων,
- τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.
- γλῶσσα σοφῶν καλὰ ἐπίσταται,
- στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά.
- ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου·
- σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς.
- ἴασις γλώσσης δένδρον ζωῆς,
- ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος.
- ἄφρων μυκτηρίζει παιδίαν πατρός,
- ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος.
- ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή,
- οἱ δὲ ἀσεβεῖς ὁλόριζοι ἐκ γῆς ἀπολοῦνται·
- οἴκοις δικαίων ἰσχὺς πολλή,
- καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται.
- χείλη σοφῶν δέδεται αἰσθήσει,
- καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς.
445
- θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, [*](B)
- εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ.
- βδέλυγμα Κυρίῳ ὁδοὶ ἀσεβοῦς,
- διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ.
- παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων,
- οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς.
- ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ,
- πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;
- οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν,
- μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει.
- καρδίας εὐφραινομένης πρόσωπον θάλλει,
- ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.
- καρδία ὀρθὴ ζητεῖ αἴσθησιν,
- στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.
- πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά,
- οἱ δὲ ἀγαθοὶ ἡσυχάσουσιν διὰ παντός.
- κρείσσων μικρὰ μερὶς μετὰ φόβου Κυρίου
- ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας.