Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους,
  • ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς.
    1. ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον,
    2. ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται.
    1. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως,
    2. χείλη δὲ σοφῶν φυλάσσει αὐτούς.
    1. οὗ μή εἰσιν βόες, φάτναι καθαραί·
    2. οὗ δὲ πολλὰ γενήματα, φανερὰ βοὸς ἰσχύς.
    1. μάρτυς πιστὸς οὐ ψεύδεται,
    2. ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος.
    1. ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις,
    2. αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.