Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος,
  2. [*](B)
  3. πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν.
  1. φῶς δικαίοις διὰ παντός.
  2. φῶς δὲ ἀσεβῶν σβέννυται.
  1. a ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις,
  2. δίκαιοι δὲ οἰκτείρουσιν καὶ ἐλεῶσιν.
  1. κακὸς μεθʼ ὕβρεως πράσσει κακά,
  2. οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί.
  1. ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται,
  2. ὁ δὲ συνάγων ἑαυτῷ μετʼ εὐσεβείας πληθυνθήσεται·
  3. δίκαιος οἰκτείρει καὶ κιχρᾷ.
  1. κρείσσων ἐναρχομένοις βοηθῶν καρδίᾳ
  2. τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος·
  3. δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή.
  1. ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπʼ αὐτοῦ·
  2. ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει.
  1. a υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν·
  2. οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις,
  3. καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ.
  1. νόμος σοφοῦ πηγὴ ζωῆς,
  2. ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται.
  1. σύνεσις ἀγαθὴ δίδωσιν χάριν,
  2. τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς,
  3. ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ.
  1. πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως,
  2. ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν.
  1. βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά,
  2. ἄγγελος δὲ σοφὸς ῥύσεται αὐτόν.
  1. πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία,
  2. ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται.
  1. ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν,
  2. ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.
  1. συμπορευόμενος σοφοῖς σοφὸς ἔσῃ,
  2. [*](8 υπισταται U+05D0* (υφ. U+05D01) 9 a ελεουσῑ) A 12 εν αρχ. Bfort εναρ- U+05D0A χομενος U+05D0A | βοηθων] βοηθειν U+05D0c.a (-θιν) A | αγαθη] om U+05D0* (hab U+05D0c.a) κακη A 13 a δουλιω U+05D0* (δολ. U+05D01? c.a) | εσταγαθον U+05D0* (εσται αγ. U+05D0c.a) | πραξις U+05D0*vid (-ξεις U+05D0c.a) 15 διδωσι A | απωλια U+05D0 16 εξεπετασε U+05D0 17 σοφος] πιστος U+05D0* (σοφ. U+05D0c.a) 18 παιδια U+05D0Α 19 ηδυνουσι U+05D0 20 συμπορευο- μενος 1⁰] pr ο U+05D0c.aA | εση] εσται U+05D0c.aA)
    442
    [*](B)
  3. ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται.
  1. ἁμαρτάνοντας καταδιώξεται κακά,
  2. τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά.
  1. ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν,
  2. θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν.
  1. δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά,
  2. ἄδικοι δὲ ἀπολοῦνται συντόμως.
  1. ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ,
  2. ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.
  1. δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ,
  2. ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.