Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται,
  2. ὁ δὲ συνάγων ἑαυτῷ μετʼ εὐσεβείας πληθυνθήσεται·
  3. δίκαιος οἰκτείρει καὶ κιχρᾷ.
  1. κρείσσων ἐναρχομένοις βοηθῶν καρδίᾳ
  2. τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος·
  3. δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή.
  1. ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπʼ αὐτοῦ·
  2. ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει.
  1. a υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν·
  2. οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις,
  3. καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ.
  1. νόμος σοφοῦ πηγὴ ζωῆς,
  2. ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται.
  1. σύνεσις ἀγαθὴ δίδωσιν χάριν,
  2. τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς,
  3. ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ.
  1. πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως,
  2. ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν.
  1. βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά,
  2. ἄγγελος δὲ σοφὸς ῥύσεται αὐτόν.
  1. πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία,
  2. ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται.
  1. ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν,
  2. ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.