Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός,
- νωθροκάρδιος δὲ μυκτηρίζεται.
- κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ,
- ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου.
- δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ.
- τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.
- ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων.
- οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν.
- a ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς,
- ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν.
- ἐπιθυμίαι ἀσεβῶν κακαί,
- αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν.
- δι᾿ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός,
- ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος.
- a ὁ βλέπων λεῖα ἐλεηθήσεται,
- ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.
- ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν,
- ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.
- ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν,
- εἰσακούει δὲ συμβουλίας σοφός.
- ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ,
- κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος.
- ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος,
- ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.
- εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μάχαιραι,
- γλῶσσαι δὲ σοφῶν ἰῶνται.
- χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν,
- μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.
440
[*](B)- δόλος ἐν καρδίᾳ τεκταινομένου κακά,
- οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
- οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον,
- οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν.
- βδέλυγμα Κυρίῳ χείλη ψευδῆ,
- ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρʼ αὐτῷ.
- ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως,
- καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς.
- χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς,
- δόλιοι δὲ ἔσονται ἐν προνομῇ.
- φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου,
- ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν.