Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων.
  2. οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν.
  1. a ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς,
  2. ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν.
  1. ἐπιθυμίαι ἀσεβῶν κακαί,
  2. αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν.
  1. δι᾿ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός,
  2. ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος.
  1. a ὁ βλέπων λεῖα ἐλεηθήσεται,
  2. ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.
  1. ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν,
  2. ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.
  1. ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν,
  2. εἰσακούει δὲ συμβουλίας σοφός.
  1. ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ,
  2. κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος.
  1. ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος,
  2. ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.
  1. εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μάχαιραι,
  2. γλῶσσαι δὲ σοφῶν ἰῶνται.