Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται,
- ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ.
- ὁ μὴ συνπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον,
- δουλεύσει δὲ ἄφρων φρονίμῳ.
- ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς,
- ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμαων.
- εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ
- φανεῖται;
- κρείσσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ,
- ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.
- οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου,
- αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.
- γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς·
- ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ
- κακοποιός.
- λογισμοὶ δικαίων κρίματα,
- κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους.
439
- λόγοι ἀσεβῶν δόλιοι, [*](B)
- στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς.
- οὗ ἐὰν στραφῇ, ἀσεβὴς ἀφανίζεται,
- οἶκοι δὲ δικαίων παραμένουσιν.
- στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός,
- νωθροκάρδιος δὲ μυκτηρίζεται.
- κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ,
- ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου.
- δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ.
- τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.
- ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων.
- οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν.
- a ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς,
- ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν.
- ἐπιθυμίαι ἀσεβῶν κακαί,
- αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν.
- δι᾿ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός,
- ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος.
- a ὁ βλέπων λεῖα ἐλεηθήσεται,
- ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.
- ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν,
- ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.