Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν,
  2. ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
  1. ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ,
  2. πιστὸς δὲ πνοῇ κρύπτει πράγματα.
  1. οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα,
  2. σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ.
  1. πονηρὸς κακοποιεῖ ὅταν συνμίξῃ δικαίῳ,
  2. μισεῖ δὲ ἦχον ἀσφαλείας.
  1. γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν,
  2. θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια.
  3. πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται,
  4. οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ.
  1. τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων,
  2. ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων.
  1. ἀσεβὴς ποιεῖ ἔργα ἄδικα,
  2. σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας.
  1. υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν,
  2. διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον.
  1. βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοί,
  2. προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν.
[*](6 om δικαιοσυνη...αυτους U+05D0* (hab U+05D0c.a) | ρυσεται U+05D0c.a A | απωλεια BU+05D0* U+05D0A [λια)] ασεβια U+05D0c.a αβουλεια A | om αυτων A U+05D0 εκδυνει] δυνει A 9 ασε- δων] αμαρτων U+05D0* (αμαρτωλων U+05D0c.a) | αισθησεις U+05D0A 10 δικαιων] διων U+05D0* ( δικων U+05D0c.a) | πολις] + και επ απωλεια ασεβων αγαλλιαμα (11) εν ευλογιαις δικαιων υφωθησεται πολις Bᵇ ᵐᵍ sup + και εν απωλια (-λ λεια A) ασ. αγαλλ. (11) εν ευλογια (-γεια A) ευθιων (-θειων A) υψ. πολις U+05D0c.aA 12 ενδεεις A | U+05D0ρονιμος] pr ο U+05D0* (om U+05D0c.a ) 14 φυλλον U+05D0* (φυλλα U+05D0c.a ) | om δε U+05D0* hab U+05D0c.a) 15 συνμειξη B* συμμειξη U+05D0 συμμιξη BᵇA 17 εξολλυει] ξολλυσι U+05D0c.a | αυτου 2⁰] το εαυτου U+05D0c.a)
438
[*](B)
  1. χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται,
  2. ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν.
  1. ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός,
  2. οὕτως γυναικὶ κακόφρονι κάλλος.
  1. ἐπιθυμία δικαίων πᾶσα ἀγαθή,
  2. ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
  1. εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν·
  2. εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται.
  1. ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ,
  2. ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.
  1. ὁ συνέχων σῖτον, ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν·
  2. εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος.
  1. τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν,
  2. ἐκζητοῦντα δὲ κακὰ καταλήμψεται αὐτόν.
  1. ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται,
  2. ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ.
  1. ὁ μὴ συνπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον,
  2. δουλεύσει δὲ ἄφρων φρονίμῳ.
  1. ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς,
  2. ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμαων.
  1. εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ
  2. φανεῖται;