Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε,
  2. καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε,
  1. ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς,
  2. τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε·
  1. τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι,
  2. καταχαροῦμαι δὲ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος.
  1. καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος,
  2. ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ.
  3. καὶ ὅταν ἔρχηται ὑμῖν θλίψις καὶ πολιορκία,
  4. ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος.
  1. ἕσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν·
  2. ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν.
  1. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον τοῦ κυρίου οὐ προείλαντο,
  1. οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς,
  2. ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.
  1. τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς,
  2. καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται·
  1. ἀνθʼ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται,
  2. καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ
  1. ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπʼ ἐλπίδι,
  2. καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.
  1. Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ,
  1. ὑπακούσεται σοφίας τὸ οὗς σου,
  2. καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν,
  3. παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου.
  1. ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ
  2. καὶ τῇ συνέσει δῷς φωνήν σου,
  1. καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον
  2. καὶ ὡς θησαυροὺς ἐξεραυνήσῃς αὐτήν·
[*](U+05D0AC)[*](24 επειδη] seq ras 3 vel4 litt in C | υπηκουσατε] υπηκουετε U+05D0A 25 ηπει- θησατε] και ου προσειχετε U+05D0* ου προσειχετε U+05D0c.aA (-τ,) C 26 αν] εαν U+05D0 27 και 2⁰] η AC | om η οταν ερχηται υμιν ολεθρος 28 επικαλεσασθαι U+05D0* (-σησθαι U+05D0¹AC) 29 σοφιαν] παιδιαν A | λογον] φοβον U+05D0c.a C | του κυριου] om του U+05D0c.a AC 30 εμου C* (εμους C?) 33 επ] εν U+05D0A | | ησυχασει] η sup ras Aᵃ II 1 εαν] αν 2 αυτην] αυτον C | νου- θετησιν] νουθεσιαν C 3 και τη συνεσει δως φ. σου Cᵃ⁽ᵐᵍ) | σου] +την δε αισθησιν ζητησης μεγαλη τη φωνη Bᵃᵇ ᵐᵍ inf A sup ras Cᵃ (om ut vid (C*) 4 εξερευνησης Bᵃᵇ U+05D0c.a εξεραυνησεις A εξερευνησεις C)
419
  1. τότε συνήσεις φόβον Κυρίου,
  2. [*](Β)
  3. καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις.
  1. ὅτι Κύριος δίδωσιν σοφίαν,
  2. καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις·
  1. καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν,
  1. ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν ⁸τοῦ φυλάξαι ὁδοὺς
  2. δικαιωμάτων,
  3. καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει
[*](¶C)
  1. πότε συνήσεις δικαιοσύνην καὶ κρίμα,
  2. καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς.
  1. ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν,
  2. ἡ δὲ αἴοθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ.