Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • εἴλου γάρ μου τὴν ψυχὴν ἵνα μὴ ἀπόληται,
  • καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.
  • οὐ γὰρ οἱ ἐν ἅδου αἰνέσουσίν σε,
  • οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε,
  • οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ἅδου τὴν ἐλεημοσύνην σου.
  • οἱ ζῶντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ
  • ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω,
  • ἅ ἀναγγελεῖ τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου·
  • καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου
  • πίσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θέο. ¶
  • Προσευχὴ Μαννασσή.
  • Κύριε παντοκράτωρ ἐπουράνιε,
  • ὁ θεὸς τῶν πατέρων ἡμῶν,
  • τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ
  • καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου·
  • [*](T)[*](12 συγγενιας Τ 14 ουτως Βis Τ μου οι οφθ. Τ βλεπειν] + με Τ 16 om και 1ο T 17 απεριψας Τ 18 αποθανουνταις (Sic) A* νονταις A (ras υ) 19 αναγγελουσιν T 20 του θεου] κυ του θῦ μου Γ VIII θ΄ T) Μανασση T+ υιου Εζεκιου T 1 om επουρανιε Τ om ο Τ)
    825

  • ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ
  • [*](A)
  • αὐτῶν,
  • ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου.
  • ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ
  • ἐνδόξῳ ὀνόματί σου,
  • ὃν πάντα φρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεως σου·
  • ὅτι ἄστεκτος ἡ μεγαλοπρεπία τῆς δόξης σου,
  • καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου·