Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι.
  • ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου υῷ κυρίῳ.
  • Προσευχὴ Ἀμβακούμ.
  • [*](Habac.)

  • Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην·
  • [*](2—19)
  • κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.
  • ν μέσῳ δύο ζῴων γνωσθήσῃ,
  • ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ·
  • ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ,
  • ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ.
  • ὁ θεὸς ἐκ Θεμὰν ἥξει,
  • καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατασκίου δασέως.
  • [*](V 3 ηφωνης] την φωνην R 4 απεριψας R 5 τον αγιον] om τον R R 6 εκυκλωσεν] εκαλυφεν R | εδυ] εδυσεν R 8 om απ εμου R 10 σωτηριον R | τω κυριω] + αμην R VI προσευχη Αμβακουμ] αρχεται ωδη Αμβ. R 2 σου 2°] + ο θεος R | επιγνωσθηση] γνωσθησῃ R 3 δασεως] + διαψαλμα R)
    822
    [*](A)
  • ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ,
  • καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
  • καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται,
  • τέρατα ἐν χερσὶν αὐτοῦ·
  • καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.
  • πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται·
  • ἐυ πεδίλοις οἱ πόδες αὐτοῦ.
  • ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ·
  • ἐπέβλεψεν, καὶ ἐτάκη ἔθνη καὶ διεθρύβη τὰ ὄρη βίᾳ.
  • ἐτάκησαν βουνοὶ αἰώνιοι πορίας αἰωνίους αὐτοῦ.
  • ἀντὶ κόπων εἶδου σκηνώματα Αἰθιόπων,
  • πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιάμ. διάψαλμα.
  • μὴ ἐν ποταμοῖς ὦργίσθης, Κύριε;
  • μὴ ἐν ποταμοῖς ὁ θυμός σου;
  • ἢ ἐν θαλάσσῃ τὸ ὄρμημά σου
  • ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου.
  • καὶ ἡ ἱππασία σου σωτηρία.
  • ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τά σκῆπτρα, λέγει Κύριος·
  • ποταμῶν ῥαγήσεται γῆ·