Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν,
  • καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας·
  • ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς,
  • βότρυς πικρίας αὐτοῖς·
  • θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν,
  • καὶ θυμὸς ἀσπίδων ἀνίατος.
  • οὐχὶ ταῦτα πάντα συνῆκται παρ ἐμοί,
  • καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου