Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • βδούτυρον βοῶν καὶ γάλα προβάτων
  • μετὰ στέατος ἀρνοῶν καὶ κριῶν,
  • υἱῶν ταύρων καὶ τράγων
  • μετὰ στέατος νεφρῶν πυροῦ,
  • καὶ αἶμα σταφυλῆς ἔπιον οἶνον.
  • καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη,
  • καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος,
  • ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη·
  • καὶ ἐνκατέλειπεν θεὸν τὸν ποιήσαντα αὐτόν,
  • καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ.
  • παρώξυνάν με ἐπʼ ἀλλοτρίοις.
  • ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με·