Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσ ποτα,
  • [*](19—32)
  • κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ·
  • ὅτι ἴδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,
  • ὅ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
  • φῶς εἰς ἀποκάλυψιν ἐθνῶν,
  • καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
  • [*](X1 (ζʼ [R] Τ) προσευχη Μαριας της θεοτοκου] om της θεοτοκου R ευχη RΤ M. εκ του ευαγγελιου Τ 47 αγαλλιασεν R * (ηγαλλ. Ra) 49 μεγα- λεια A? (superscr ει) R 1 (.λια) 50 απο γενεος εις γενεαν] εις γενεαν και γενεαν RΤ 51 διανοιας R 52 om και R 54 ελεους] 4 αυτου 55 αιωνος] + αμην R XII (ιδ' T) προσευχη Συμεων] υχη Συμεωνος εκ του ευαγγελιου Τ)
    832
    [*](A)
  • Προσευχὴ Ζαχαρίου.
  • Εὐλογητὸς Κύριος ὁ θεὸς τοῦ Ἰσραήλ,
  • [*](Luc. i.)
  • ὅτι ἐπεσκέψατο, καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
  • [*](68—79)

  • καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν
  • ἐν τῷ οἴκῳ Δαυεὶδ τοῦ παιδὸς αὐτοῦ·
  • καθὰς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπʼ αἰῶνος προφητῶν
  • αὐτοῦ,
  • σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων
  • ἡμᾶς·
  • ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν,
  • καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
  • ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν,
  • τοῦ δοῦναι ἡμῖν ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν
  • ῥυσθέντας
  • λατρεύειν αὐτῷ