Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • εὐλογεῖτs, υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογείτω Ἰσραὴλ τὸν κύριον·
  • ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογεῖτε, ἱερεῖς Κυρίου, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογεῖτε, δοῦλοι Κυρίου, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ καρδία, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαήλ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • [*](RΤ)[*](78 ante 77 pos R 81 πανια τα θηρια κ. τα κτηνη R 83 ευλογειτε R 86 τον κυριον] om τον R 87 καρδια] την καρδιαν R τη καρδια T 88 Αννανιας R Aζαριας Μισαηλ] pr και R add in fine ευλογουμεν πατερα και υιονν- και αγιον π νευμα υμνουμεν και υπ ερυψουμεν αυτον εις τους αιωνας (88) οτι εξειλατο ( εξιλ.) ημας εξ αδου και εσωσεν ημας εκ χειρος θανατου και ερυσατο ημας εκ μεσης καιομενης (? κεομ.) φλογος και εκ μεσο πυρος ελυτρωσατο ημας (89) εξομολογεισθε τω κυριω οτι αγαθος οτι εις τον αιωνα το ελεος αυτου (90) ευλογειτε παντες σεβομενοι θεον των θεων τον κυριον υμνειτε και εξομολογεισθε οτι εις τον αιωνα το ελεος αυτου R (seq latine Dam iii 91 93: gracca hodie saltem desunt) add in fin (88) οτι ερυσατο ημας εξ αδου και εσωσεν ημας εκ χειρος θανατου και ερυσατο ημας εκ μεσου καιομενης φλογὸς και εκ μεσου πυρος ερυσατο ημας (89) εξομολο- γισθε τω κω οτι χς οτι εις τον αιωνα το ελεος αυτου (90) ευλογειτε παντες οι σεβομενοι κν τον θν των θεων υμνιτε και εξομολογεισθε οτι εις παντας τους αιωνας το ελεος αυτου; Τ)
    831
  • ΙΙροσευχὴ Μαρίας τῆς θεοτόκου.
  • [*](A)[*](Luc. i.)

  • Μεγαλύνει ἡ ψυχὴ μου τὸν κύριον,
  • [*](6—55)

  • καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου.
  • ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ·
  • ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί.
  • ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός·
  • καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.
  • καὶ τὸ ἔλεος αὐτοῦ ἀπὸ γενεᾶς εἰς γενεὰν
  • τοῖς φοβουμένοις αὐτόν.
  • ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ·
  • διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
  • καθεῖλεν δυνάστας ἀπὸ θρόνων,
  • καὶ ὕψωσεν ταπεινούς.
  • πεινῶντας ἐνέπλησεν ἀγαθῶν,
  • καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
  • ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ,
  • μνησθῆναι ἐλέους,
  • καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν,
  • τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος
  • [*](¶R)
  • Προσευχὴ Συμεών.
  • [*](Luc. ii.)

  • Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσ ποτα,
  • [*](19—32)
  • κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ·
  • ὅτι ἴδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,