Odae

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  • εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασιν, τὸν
  • κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογεῖτε, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογεῖτs, υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογείτω Ἰσραὴλ τὸν κύριον·
  • ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογεῖτε, ἱερεῖς Κυρίου, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογεῖτε, δοῦλοι Κυρίου, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ καρδία, τὸν κύριον·
  • ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
  • εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαήλ, τὸν κύριον·