Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς·
ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ,
καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς.
Κύριε ὁ θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν·
ὁ θεός, εὐίλατος ἐγίνου αὐτοῖς,
καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.
ὑψοῦτε Κύριον τὸν θεὸν ἡμῶν,
καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ,
ὅτι ἅγιος Κύριος ὁ θεὸς ἡμῶν.
Ψαλμὸς εἰς ἐξομολόγησιν.
Ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ,
δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ,
εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.
γνῶτε ὅτι Κύριος, αὐτός ἐστιν ὁ θεός·
αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς,
[*](2 Σιων Bᵇ (‟sic et inferius pluries”) A | λαους] in λα ras aliq Bᵃ? 3 εξο- U+05D0ART μολογισθωσαν U+05D0*c.b (εξομολογησασθ. U+05D0c.a) | om παντες U+05D0AT 4 om και τιμη.. αγαπα U+05D0* (hab U+05D0c.a) 5 τω υποποδιω] το υποποδιον R 6 αγιος] pr οτι U+05D0c.a RT οτι αγιον A | Μωυσης inc stich in ART | επηκουσεν αυτοις] εισηκουσεν αυτων U+05D0Α εισηκουεν αυτων Τ επηκουσεν αυτους R 7 εφυλασσον] pr οτι U+05D0c.a AT | τα προσταγματα α] το προσταγμα ο U+05D0* τα προσταγματα αυτου α U+05D0c.a AT 8 επηκουσας U+05D0* (επηκουες U+05D0c.a) | αυτων 1⁰] αυτους R | ευιλατος] pr συ Bᵃ?ᵇU+05D0ART | εγινου] εγενου U+05D0* (εγεινου U+05D0c.a) 9 προσκυνητε Rvid | Stich 22 BU+05D0R 24 A 23 T XCIX 1 κυριω 1°] θεω RT 2 εισελθετε U+05D0* (-θατε U+05D0c.a) 3 ο θεος] + ημων U+05D0c.a AT | ουχι R)