Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • φῶς ἀνέτειλεν τῷ δικαίῳ,
  • καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.
  • εὐφράνθητε, δίκαιοι, ἐπὶ τῷ κυρίῳ,
  • [*](¶Τ)
  • καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης] αὐτοῦ.
  • Ψαλμὸς τῷ Δαυείδ.
  • Ἄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν Κύριος·
  • ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ
  • καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.
  • ἐγνώρισεν Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν·
  • ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ.
  • ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακώβ,
  • καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ·
  • εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.