Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • οἱ ἀγαπῶντες τὸν κύριον, μισεῖτε πονηρόν·
  • φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ,
  • ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς.
  • [*](13 προ] απο U+05D0c.aAT Stich 29 BU+05D0AT 27 R XCVI 1 η γη]) U+05D0ART om η R | σιλευσεν αγαλλια sup ras U+05D0¹ | αγαλλιασεται] αγαλλιασθω BcU+05D0c.a ART | νησοι] νησσοι U+05D0c.a 3 εναντιον] ενωπιον T | προπορευσηται T | του εχθρους B* (τους ε. Bᵃᵇ) 4 ιδεν T 5 ωσει κηρος ετακησαν U+05D0Τ | om Κυριου 2⁰ U+05D0 | της γης] της γη της Rvid 6 om και U+05D0* (hab U+05D0c.a) | ειδοσαν] ιδοσαν U+05D0* Aᵃ? [? R] | ιδον U+05D0c.a A*T 7 προσκυνουντες] πεποιθοτες επι U+05D0 (προσκ. U+05D0c.a) | ενκαυχωμενοι U+05D0ART | αυτω] αυτον R 8 ηυφρανθη AT | Σειων] η Σιων Bc Σιων U+05D0A | ηγαλλιασονται (sic) R 9 om ει U+05D0c.aAT | ο υψιστος] om ο U+05D0AT | υπερ] επι U+05D0 10 πονηρα BcU+05D0c.aAT | αμαρτωλου AT | ρυσηται Τ | αυτους] αυτον R* (-τους Rᵃ))
    344
    [*](Β)

  • φῶς ἀνέτειλεν τῷ δικαίῳ,
  • καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.
  • εὐφράνθητε, δίκαιοι, ἐπὶ τῷ κυρίῳ,
  • [*](¶Τ)
  • καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης] αὐτοῦ.
  • Ψαλμὸς τῷ Δαυείδ.
  • Ἄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν Κύριος·
  • ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ
  • καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.
  • ἐγνώρισεν Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν·
  • ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ.
  • ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακώβ,
  • καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ·
  • εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.
  • ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ,
  • ἄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε.
  • ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ,
  • ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης·
  • ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως Κυρίῳ.
  • σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς,
  • ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες αὐτὴν·
  • ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό,
  • [*](§T)
  • τὰ ὄρη ἀγαλλιάσονται,