Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει;
  • ἢ ὁ πλάσας ὀφθαλμούς, οὐ κατανοεῖ
  • ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει,
  • ὁ διδάσκων ἄνθρωπον γνῶσιν;
  • Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶν
  • μάταιοι.
  • μακάριος ὁ ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς, Κύριε.
  • καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν,
  • τοῦ πραῦναι αὐτῷ ἀφʼ ἡμερῶν πονηρῶν.
  • ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.
  • τι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ,
  • καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει,
  • ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν,
  • καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. διάψαλμα.
  • τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους,
  • ἢ τίς συνπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν
  • εἰ μὴ ὅτι Κύριος ἐβοήθησέν μοι,
  • παρὰ βραχὺ παρῴκησεν τῷ ᾄδῃ ἡ ψυχὴ μου.
  • τ ἔλεγον Σεσάλευται ὁ πούς μου,
  • τὸ ἔλεός σου, Κύριε, βοηθεῖ μοι.
  • Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ
  • παρακλήσεις σου ἠγάπησαν τὴν ψυχὴν μου.
  • μὴ συνπροσέσται σοι θρόνος ἀνομίας,
  • ὁ πλάσσων κόπον ἐπὶ προστάγματι;
  • θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου,
  • καὶ αἷμα ἀθῷον καταδικάσονται.