Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος,
  • κριθήτωσαν ἔθνη ἐνώπιόν σου.
  • κατάστησον, Κύριε, νομοθέτην ἐπʼ αὐτούς,
  • γνώτωσαν ἔθνη ὅτι οἱ ἄνθρωποί εἰσιν. διάψαλμα.
  • ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν ;
  • ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψει ;
  • ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐνπυρίζεται ὁ πτωχός·
  • συνλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται.
  • ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς
  • αὐτοῦ,
  • καὶ ὁ ἀδικῶν ἐνευλογεῖται.
  • παρώξυνεν τὸν Κύριον ὁ ἁμαρτωλός,
  • κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει
  • οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτοῦ.
  • βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ·
  • ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ,
  • πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει.
  • κἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.
  • οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου,
  • ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος.