Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐνκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.
ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιῶν, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ·
ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν πενήτων.
ἐλέησόν με, Κύριε· ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου,
ὅπως ἄν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιῶν· ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.
ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήμφθη ὁ ποὺς αὐτῶν.
γινώσκεται Κύριος κρίματα ποιῶν, [*] (U+05D0AR) [*] (4 προσωπου] pr του R 6 ουτων] αυτου U+05D0c.a σου A 7 εξελειπον A | καθειλας U+05D0c.aR | ηχου Bb vid) 9 δικαιοσυνη] ευθυτητι R | ευθυτητι] δικαιοσυνη R* (ευθ. Rᵃ) 10 θλιψεσι U+05D0 θλιψεσιν R 11 σε 1°] σοι A | οι γιν.] pr παντες A | εγκατελιπες BᵇU+05D0*A (εγκαταιλ.) εγκατελιπας U+05D0c.a ενκατα- λειπεις R 13 εκζητων] pr ο ?c.ᵃ (ras U+05D0c.ᵇ?) | δεησεως] κραυγης U+05D0R φωνης A 14 ειδε A 15 αγαλλιασομαι] θα superscr U+05D0c.ᵃ (ras U+05D0c.ᵇ?) αγαλ- λιασομεθα Rᵃ | επι] εν A | τω σωτηριω] το σωτηριον 16 εποιησαν] α sup ras Aa | παγιδι ταυτη] τη παγ. R* τη π. ταυτη Rᵃ | η 2° sup ras Aᵃ) 221
ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμφθη ὁ ἁμαρτωλός. [*] (B) ᾠδὴ διαφάλματος.
ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾄδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ.
ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.
ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου.