Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ,
  • ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν·
  • διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν,
  • ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ.
  • ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ,
  • εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ·
  • ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ,
  • καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ.
  • κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν,
  • τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας·
  • [*](31 εγκαταλειπωσιν A ενκαταλιπ. R ενκαταλειπ. T | οι υιοι] om οι R | U+05D0ART τοις κριμασιν] pr εν R 32 βεβηλωσωσιν T 33 επισκεψωμαι T ανομιας] pr τας U+05D0ART | αμαρτιας] αδικιας U+05D0AΤ 34 αυτου] ουτων U+05D0c.ᵃ RT | ουδε] ουδ ου A | αληθια A 35 την διαθηκην] εν τη διαθηκη U+05D0* (την δ. U+05D0c.ᵃ) | δια] εκ R 37 ο θρονος] om ο R 38 ως η σελ.] ωσε σελ. Rᵛⁱᵈ | om διαψαλμα A* (hab διαψ Aᵃ) T 39 εξουδενωσας] + ημας U+05D0* (U+05D0c.ᵃ) | ανεβαλου] pr και A Κυριε R 40 om αυτου B* ᵛⁱᵈ (hab subscr B?) 41 καθειλας U+05D0 καθιλας T | δειλεᾶ| B* (δειλια| Bᵇ δλιαν U+05D0AT) 42 διηρπαζον U+05D0 c.ᵃT | διοδευοντες] παραπορευομενοι A | οδον] pr την A 43 εχθρων αυτου] θλιβοντων αυτον U+05D0c.ᵃ AT | ηυφρανας T 44 βοηθιαν AΤ 45 αυτον] αυτου U+05D0c.ᵃ (mox revoc αυτον))
    334
    [*](B)

  • ἐσμίκρυνας τὰς ἡμέρας τοῦ θρόνου αὐτοῦ,
  • κατέχεας αὐτοῦ αἰσχύνην.
  • ἕως πότε, Κύριε, ἀποστρέψεις εἰς τέλος;
  • ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου ;
  • μνήσθητι τίς μου ἡ ὑπόστασις·
  • διάψαλμα.
  • μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀυθρώπων
  • τίς ἐστιν ὁ ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;
  • ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ἅδαυ ; διάφαλμα.
  • ποῦ ἐστιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε,
  • ἃ ὤμοσας τῷ Δαυεὶδ ἐν τῇ ἀληθείᾳ σου;
  • μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου,
  • οὖ ὑπέσχου ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν·
  • οὖ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε,
  • οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου.
  • εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα. γένοιτο, γένοιτο.