Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ,
καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἤλιος ἐναντίον μου,
καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα·
καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. διάψαλμα.
σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας,
ἀνεβάλου τὸν χριστόν σου·
κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου,
ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ.
καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ,
ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν·
διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν,
ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ.
ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ,
εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ·
ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ,
καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ.
κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτόν,
τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας·
[*](31 εγκαταλειπωσιν A ενκαταλιπ. R ενκαταλειπ. T | οι υιοι] om οι R | U+05D0ART τοις κριμασιν] pr εν R 32 βεβηλωσωσιν T 33 επισκεψωμαι T ανομιας] pr τας U+05D0ART | αμαρτιας] αδικιας U+05D0AΤ 34 αυτου] ουτων U+05D0c.ᵃ RT | ουδε] ουδ ου A | αληθια A 35 την διαθηκην] εν τη διαθηκη U+05D0* (την δ. U+05D0c.ᵃ) | δια] εκ R 37 ο θρονος] om ο R 38 ως η σελ.] ωσε σελ. Rᵛⁱᵈ | om διαψαλμα A* (hab διαψ Aᵃ) T 39 εξουδενωσας] + ημας U+05D0* (U+05D0c.ᵃ) | ανεβαλου] pr και A Κυριε R 40 om αυτου B* ᵛⁱᵈ (hab subscr B?) 41 καθειλας U+05D0 καθιλας T | δειλεᾶ| B* (δειλια| Bᵇ δλιαν U+05D0AT) 42 διηρπαζον U+05D0 c.ᵃT | διοδευοντες] παραπορευομενοι A | οδον] pr την A 43 εχθρων αυτου] θλιβοντων αυτον U+05D0c.ᵃ AT | ηυφρανας T 44 βοηθιαν AΤ 45 αυτον] αυτου U+05D0c.ᵃ (mox revoc αυτον))