Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου·
  • ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου.
  • μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν·
  • Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται,
  • [*](4 μου 2⁰] + υψωσα εκλεκτον εκ του λαου μου U+05D0* (improb U+05D0c.ᵃ) 5 γενεαν U+05D0ΑRT 2⁰] pr εις R | om διαψαλμα AT 6 και] + γαρ U+05D0c.ᵃAΤ | αγιων] οσιων R 7 και τις] om U+05D0c.ᵃΑΤη τις R | κυριω 2⁰] θεω U+05D0* (κω U+05D0c.ᵃ) R 8 φοβερος] +εστιν U+05D0c.ᵃ AT | επι παντας sup ras Aᵃ 9 ομοιος] ομοιωθησεται R 10 και τον σαλον] τον δε σ. U+05D0c.ᵃAR RT 11 om και U+05D0c.ᵃAΤ 12 σοι) συ T 13 θαλασσας] την θαλασσαν U+05D0c.ᵃ AT θαλασσαν R | Eρμωνιιμ T (ιμ fort rescr T?) | om σου R* (hab Rᵃ) 14 δυναστιας U+05D0T υψωθητω] pr και R 15 προπορευσεται] προπορευσονται U+05D0T πορευ· σονται A)
    332
    [*](B)

  • καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν,
  • καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται.
  • ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ,
  • καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.
  • ὅτι τοῦ κυρίου ἡ ἀντίλημψις,
  • καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν.
  • τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου,
  • καὶ εἶπας Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν,
  • ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου·
  • εὗρον Δαυεὶδ τὸν δοῦλόν μου,
  • ἐν ἐλέει ἁγίῳ ἔχρισα αὐτόν.
  • ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ,
  • καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν·
  • οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ,
  • καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν·
  • καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ,
  • καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.
  • καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετʼ αὐτοῦ,
  • καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ·
  • καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ,
  • καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.
  • αὐτὸς ἐπικαλέσεταί με ΙΙατὴρ μου εἶ σύ,
  • θεός μου καὶ ἀντιλήμπτωρ τῆς σωτηρίας μου·