Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
Κύριε ὁ θεὸς τῆς σωτηρίας μου. ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου. κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, Κύριε.
ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου. καὶ ἡ ζωή μου τῷ ᾄδῃ ἤγγισεν.
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος,
ἐν νεκροῖς ἐλεύθερος· ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν·
ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
ἐπʼ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεαορισμοὺς σου ἐπʼ ἐμὲ ἐπήγαγες. διάψαλμα.
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπʼ ἐμοῦ, [*] (4 γινωσκουσι U+05D0* (-σιν U+05D0c.ᵃ) | om και 2⁰ R* | Αιθιοπων] pr των U+05D0c.ᵃ T | om U+05D0ΑRT ομτοι εγενηθησαν εκει U+05D0* (hab U+05D0c.ᵃ) 5 Σιων BᵇA 6 τουτου R | γεγεν- νημενων R | om διαφαλμα AT 7 κατοικια] + σου — Stich 10 BU+05D0 11 | AR 13 T L XXVII 1 om εις το τελος U+05D0 | Αιμαν] Αιθαμ A | Ισραηλιτη BᵇAΤ 2 εκεκραξα] κεκραξομαι A 3 εισελθατω U+05D0ΑRT | προσlευχη B* προσευ|χη Bᵇ | om Κυριε Bc (ᵛⁱᵈ)U+05D0T 5 προσελογισθης R* | ως] ωσει U+05D0ART 6 ερριμμενοι καθευδοντες] om ερριμμενοι U+05D0c.ᵃ AT καθευδοντες ερριμ. R* 7 εθετο U+05D0* (εθεντο U+05D0¹) | om εν 3⁰ U+05D0c.ᵃ Τ 8 ο θυμους Bedit | επηγαγες επ εμε U+05D0AT | om διαψαλμα A* (hab διαψ Aᵃ) T) 330
[*] (B) ἔθεντό με βδέλυγμα ἑαυτοῖς· παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· καὶ ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν. διεπέτασα τὰς χεῖράς μου·
μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσιν καὶ ἐξομολογήσονταί σοι;
μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλίᾳ ;
μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
κἀγώ, Κύριε, πρὸς σέ ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχὴ μου προφθάσει σε.