Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κόρε· εἰς τὸ τέλος,
  • ὐπὲρ μαελέθ τοῦ ἀποκριθῆναι· συνέσεως Αἱμὰν τῷ Ἰσραηλείτη.
  • Κύριε ὁ θεὸς τῆς σωτηρίας μου.
  • ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
  • εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου.
  • κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, Κύριε.
  • ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου.
  • καὶ ἡ ζωή μου τῷ ᾄδῃ ἤγγισεν.
  • προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον,
  • ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος,
  • ἐν νεκροῖς ἐλεύθερος·
  • ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης
  • ἔτι,
  • καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν·
  • ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ,
  • ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.