Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • δήγησόν με, Κύριε, τῇ ὁδῷ σου,
  • καὶ πορεύσομαι τῇ ἀληθείᾳ σου·
  • εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.
  • ἐξομολογήσομαί σοι, Κύριε ὁ θεός μου, ἐν ὅλῃ καρδίᾳ μου,
  • καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα·
  • ὅτι τὸ ἔλεός σου μέγα ἐπʼ ἐμέ,
  • καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾄδου κατωτάτου.
  • ὁ θεός, παράνομοι ἐπανέστησαν ἐπʼ ἐμέ,
  • καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου·
  • οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.
  • καὶ σύ, Κύριε ὁ θεός, οἰκτίρμων καὶ ἐλεήμων,
  • μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.
  • ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με,
  • δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς
  • παιδίσκης σου.
  • ποίησον μετʼ ἐμοῦ σημεῖον εἰς ἀγαθόν,
  • καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν,
  • ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.