Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος, ὐπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κόρε ψαλμός.
  • Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων.
  • ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχὴ μου εἰς τὰς αὐλὰς τοῦ κυρίου·
  • ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα.
  • καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν,
  • καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ οὗ θήσει τὰ νοσσία αὐτῆς·
  • τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου
  • καὶ ὁ θεός μου.
  • μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου,
  • εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. διάψαλμα.
  • μακάριος ἀνὴρ οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, Κύριε·
  • ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο,
  • ἐν τῇ κοίλαδι τοῦ κλαυθμῶνος, εἰς τόπον ὃν ἔθετο.
  • καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν·
  • πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν,
  • ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών.
  • [*](14 ανεμου] πυρος U+05D0* (αν. U+05D0c.ᵃ) 15 om ο Τ | κατακαυσει 16 κατα- U+05D0ΑRT διωξης T | ταραξεις (-ξης T)] συνταραξεις R 17 ζητησωσιν T | ονομα] προσωπον A 18 και ταραχθητωσαν...αιωνα] και ταραχθητ, εις τον αιω sup | ras U+05D0¹ 19 om ει ART | υψιστος] pr ο R* Stich 34 BU+05D0 36 A 35 RT LXXXIII 1 τοις υιοις] om τοις R 3 επεποθει R | κυριου] θῦ U+05D0* (κυ U+05D0c.ᵃ) θεον ζωντα] τον θ. τον ζ. R 4 νοσιαν T (νοσσ. T¹(ᵛⁱᵈ)) | om εαυτη U+05D0* (hab U+05D0c.a) | αυτης] εαυτης U+05D0c.ᵃ AT 5 om παντες RT | τους αιωνας των αιωνων] τον αιωνα του αιωνος R | om διαψαλμα AT 6 η αντιλημψις] om η U+05D0AT | αυτου 1⁰] αυτω T | om Κυριε U+05D0c.ᵃ T 7 εν τη κοιλαδι] εις την κοιλαδα U+05D0c.ᵃAT | κλαυθμονος A | εθετο] διεθετο R | ευλογιαν R 8 Σειων U+05D0Τ)
    326
    [*](B)

  • Κύριε ὁ θεὸς τῶν δυνάμεαον, εἰσάκουσον τῆς προσευχῆς μου,
  • ἐνώτισαι, ὁ θεὸς Ἰακώβ. διάφαλμα.
  • ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεός,
  • καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσαωπον τοῦ χριστοῦ σου.
  • ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπέρ χιλιάδας·
  • ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον ἡ
  • οἰκεῖν ἐπὶ σκηνώμασιν ἁμαρτωλῶν.
  • ὄτι ἔλεον καὶ ἀλῆθειαν ἀγαπᾷ Κύριος ὁ θεός,
  • χάριν καὶ δόξαν δώσει·
  • Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν
  • ἀκακίᾳ.
  • Κύριε τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.