Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας,
  • καὶ ζητήσουσιν τὸ ὄνομά σου, Κύριε.
  • αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
  • καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν·
  • καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος,
  • σὺ μόνος εἶ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
  • Εἰς τὸ τέλος, ὐπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κόρε ψαλμός.
  • Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων.
  • ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχὴ μου εἰς τὰς αὐλὰς τοῦ κυρίου·
  • ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα.
  • καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν,
  • καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ οὗ θήσει τὰ νοσσία αὐτῆς·
  • τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου
  • καὶ ὁ θεός μου.
  • μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου,
  • εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. διάψαλμα.