Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ποίησον αὐτοῖς ὡς τῇ Μαδιάμ καὶ τῷ Σεισαρα,
  • ὡς ὁ Ἰαβεὶν ἐν τῷ χειμάρρῳ Κεισών·
  • ἐξολεθρεύθησαν ἐν Ἀενδώρ,
  • ἐγενήθησαν ὡς κόπρος τῇ γῇ.
  • θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Σέβεε
  • καὶ Σελμανά, πάντας τοὺς ἄρχοντας αὐτῶν,
  • οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ θυσιαστήριον τοῦ
  • θεοῦ.
  • [*](U+05D0ΑRT)[*](8 κατακληρονομήσεις BU+05D0c.ᵃ (-σης A [εις sup ras Aᵃ? T)] εξολεθρευσεις U+05D0* + αυτους A? (ᵐᵍ) — Stich 16 BU+05D0 15 AR 17 Τ L XX XII 1 ψαλ μος R 4 σου 1⁰] + κε A | των αγιων] αγνων R 5 ειπον T | ου μη μνησθη] ουκ εσται εις μνημοσυνον R 6 οτι] και U+05D0* (οτι U+05D0c.ᵃ) 7 Ισ- μαηλιται T | Αγαρηνοι BᵇΤ 8 Ναιβαλ] Γαιβαλ U+05D0c.ᵃ (? R) Γεβαλ A (? R)T | om και 3⁰ U+05D0c.ᵃ Τ | αλλοφυλοι μετα] οι μ sup ras 4 vel 5 litt Aᵃb 9 συμπαρεγενετο Bᵇ | Λωθ R | om διαψαλμα ART 10 αυτους R Μαδιαμ] Μαζιαμ R | Σισαρα BᵇAΤ | Ιαβιν T | Κσσω A Κισων Τ 11 εξωλοθρευθησαν Bᵃᵇ εξωλεθρ. A | ως] ωσει U+05D0AΡΤ | τη γη] της γης R 12 Σαλμανα U+05D0ARᵃ (Σαλμαν R*) Τ 13 ειπον T | θυσιαστηριον] αγια- στηριον U+05D0AT)
    325

  • ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν.
  • [*](B)
  • ὡς καλάμην κατὰ πρόσωπου ἀνέμου.
  • ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμόν,
  • ὡς εἰ φλὸξ κατακαύσαι ὄρη,
  • οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου.
  • καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς.
  • πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας,
  • καὶ ζητήσουσιν τὸ ὄνομά σου, Κύριε.
  • αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
  • καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν·
  • καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος,
  • σὺ μόνος εἶ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
  • Εἰς τὸ τέλος, ὐπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κόρε ψαλμός.
  • Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων.
  • ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχὴ μου εἰς τὰς αὐλὰς τοῦ κυρίου·
  • ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα.
  • καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν,
  • καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ οὗ θήσει τὰ νοσσία αὐτῆς·
  • τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου
  • καὶ ὁ θεός μου.
  • μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου,
  • εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. διάψαλμα.
  • μακάριος ἀνὴρ οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, Κύριε·
  • ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο,
  • ἐν τῇ κοίλαδι τοῦ κλαυθμῶνος, εἰς τόπον ὃν ἔθετο.
  • καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν·