Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Εἰς τὸ τέλος, ὑπερ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυείδ.
  • Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῆ·
  • ὅτι ἐπήρθη ἡ μεγαλοπρεπία σου ὑπεράνω τῶν οὐρανῶν.
  • ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον
  • ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
  • ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου,
  • σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας·
  • τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ,
  • ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν ;
  • ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους,
  • δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν.
  • καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα χειρῶν σου·
  • πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
  • πρόβατα καὶ βόας πάσας,
  • ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,
  • τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης,
  • τὰ διαπορευόμενα τρίβους θαλασσῶν.
  • Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.