Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Ὁ θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου,
  • ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου,
  • ἔθεντο Ἰερουσαλὴμ εἰς ὀπωροφυλάκιον·
  • ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς
  • τοῦ οὐρανοῦ,
  • τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς·
  • ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ κύκλῳ Ἰερουσαλήμ, καὶ
  • οὐκ ἦν ὁ θάπτων.
  • ἐγενήθημεν εἰς ὄνειδος τοῖς γείτοσιν ἡμῶν.
  • μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.
  • [*](64 κλαυθησονται Bᵇ ᵛⁱᵈ R 65 εξηγερθην R | κεκραιπαληκως Bᵃᵇ U+05D0RT | (κεκρεπ. B*U+05D0T)] pr κ Bᵃᵇ 66 ουτων] αυτου B* (-των U+05D0c.ᵃ) T | ονειδος] ονειδισμον R 68 το Σειων] το Σιων Bᵇ Σιων U+05D0R (U+05D0 Σειων) | ηγαπησεν] pr ο U+05D0RT 69 μονοκερωτος | αυτην] αυτο U+05D0 72 τη συνεσει] ταις συνεσεσι U+05D0c.ᵃT ( σιν) — Stich 162 B 159 U+05D0RT L XXVIII 1 Ασαφ] Δαυειδ U+05D0 | κληρονομιαν] ο 2⁰ rescr U+05D0¹ (κληρονωμιαν U+05D0* fort) | εις 2⁰] ως R 3 ως] ωσει U+05D0c.ᵃ T 4 om εις T)
    320
    [*](B)

  • ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος;
  • ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;
  • ἔκχεον τὴν ὀργήν σου ἐπὶ ἔθνη τὰ μὴ ἐπεγνωκότα σε,
  • καὶ ἐπὶ βασιλείας αἱ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο·
  • ὅτι κατέφαγον τὸν Ἰακώβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.
  • μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων·
  • ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτειρμοί σου,
  • ὅτι ἐπτωχεύσαμεν σφόδρα.
  • βοήθησον ἡμῖν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν,
  • ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου· Κύριε, ῥῦσαι ἡμᾶς,
  • καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου·
  • μή ποτε εἵπωσιν ἐν τοῖς ἔθνεσιν Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν;
  • καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν
  • ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.
  • εἰοηλθάτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημέναων,
  • κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου,
  • περιποίησαι τοὺς υἱοὺς τῶν τεθαναταομέναων.
  • ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλάσια εἰς τὸν κόλπον αὐτῶν,
  • τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδισάν σε, κύριε.
  • ἡμεῖς γὰρ λαός σου καὶ πρόβατα τῆς νομῆς σου
  • ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰώνα,
  • εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου.